Complete Works of Clement of Alexandria by Clement of Alexandria

Complete Works of Clement of Alexandria by Clement of Alexandria

Author:Clement of Alexandria
Language: eng
Format: epub
Tags: Ancient Classics
Publisher: Delphi Classics
Published: 2016-03-22T04:00:00+00:00


CHAPTER 10.

Ὅτι ὁ αὐτὸς θεὸς διὰ τοῦ αὐτοῦ λόγου καὶ ἀπείργει τῶν ἁμαρτιῶν ἀπειλῶν καὶ σῴζει τὴν ἀνθρωπότητα παρακαλῶν. Εἰ τοίνυν τὴν περὶ τὸ ἐπιστύφειν τὴν ἀνθρωπότητα οἰκονομίαν, ἀγαθὴν οὖσαν καὶ σωτήριον, ἀναγκαίως ὑπὸ τοῦ λόγου παραλαμβανομένην ἐπεδείξαμεν πρός τε μετάνοιαν καὶ πρὸς τῶν ἁμαρτιῶν τὴν κώλυσιν εὔθετον γενομένην, ἑξῆς ἂν εἴη σκοπεῖν τὸ ἤπιον τοῦ λόγου· δίκαιος γὰρ οὗτος ἀποδέδεικται καὶ τὰς ἰδίας παρατίθεται γνώμας τὰς πρὸς σωτηρίαν παρακλητικάς, δι’ ὧν καὶ τὸ καλὸν καὶ τὸ συμφέρον πατρικῷ

[89.2] θελήματι γνωρίζειν ἡμῖν βούλεται. Σκόπει δὲ ταῦτα· τὸ μὲν καλὸν τοῦ ἐγκωμιαστικοῦ, τὸ δὲ συμφέρον τοῦ συμβουλευτικοῦ· καὶ γὰρ οὖν τοῦ μὲν συμβουλευτικοῦ σχέσις τὸ προτρεπτικὸν καὶ ἀποτρεπτικόν, τοῦ δὲ ἐγκωμιαστικοῦ τὸ ἐπαινετικόν τε καὶ ψεκτικὸν γίνεται. Πῶς γὰρ ἔχουσα ἡ διάνοια ἡ συμβουλευτικὴ προτρεπτικὴ γίνεται καὶ πῶς ἔχουσα

[89.3] ἀποτρεπτική. Ὡσαύτως δὲ καὶ τὸ ἐγκωμιαστικὸν πῶς μὲν ἔχον ψεκτικὸν γίνεται, πῶς δὲ ἔχον ἐπαινετικόν· περὶ ἃ καταγίνεται μάλιστα ὁ παιδαγωγὸς ὁ δίκαιος ὁ τοῦ ἡμετέρου

[89.4] συμφέροντος ἐστοχασμένος. Ἀλλὰ γὰρ τὸ μὲν ψεκτικὸν καὶ ἀποτρεπτικὸν εἶδος ὑποδέδεικται ἡμῖν ἤδη πρότερον, νῦν δὲ αὖ τὸ προτρεπτικὸν καὶ ἐπαινετικὸν μεταχειριστέον καὶ καθάπερ ἐπὶ ζυγοῦ τὰς ἰσοστασίους ἀντισηκώσωμεν τοῦ δικαίου πλάστιγγας.

[90.1] Τῇ μὲν οὖν ἐπὶ τὰ συμφέροντα προτροπῇ ὁ παιδαγωγὸς διὰ Σολομῶντος ὧδέ πως χρῆται· ἐγὼ ὑμᾶς, ἄνθρωποι, παρακαλῶ καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων· ἐπακούσατέ μου, σεμνὰ γὰρ ἐρῶ καὶ τὰ ἑξῆς. Συμβουλεύει δὲ τὰ σωτήρια, ὅτι ἡ συμβουλὴ πρὸς αἵρεσίν ἐστι καὶ φυγὴν ἐπιτήδειος, καθάπερ ποιεῖ διὰ τοῦ ∆αβὶδ λέγων μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν· ἀλλ’ ἢ ἐν τῷ

[90.2] νόμῳ κυρίου τὸ θέλημα αὐτοῦ. Τῆς δὲ συμβουλίας μέρη τρία, τὸ μὲν ἐκ τῶν παρεληλυθότων χρόνων λαμβάνον τὰ παραδείγματα, οἷον τί ἔπαθον οἱ Ἑβραῖοι τῷ χρυσῷ εἰδωλολατρήσαντες ἐν μόσχῳ, καὶ τί ἔπαθον ἐκπορνεύσαντες καὶ τὰ ὅμοια, τὸ δὲ ἐκ τῶν παρόντων χρόνων κατανοούμενον, οἷον αἰσθητικῶς καταλαμβανόμενον, ὡς ἐκεῖνο εἴρηται πρὸς τοὺς ἐρομένους τὸν κύριον εἰ αὐτὸς εἶ ὁ Χριστός, ἢ ἄλλον περιμένομεν· ἀπέλθετε καὶ εἴπατε Ἰωάννῃ· τυφλοὶ ἀναβλέπουσιν, κωφοὶ ἀκούουσιν, λεπροὶ καθαρίζονται, ἀνίστανται νεκροί, καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. Τοῦτ’ ἄρα ἦν ὃ προφητεύων εἴρηκεν ∆αβὶδ καθὼς ἠκούσαμεν, οὕτως

[91.1] καὶ εἴδομεν. Ἐκ δὲ τῶν μελλόντων τὸ τρίτον συνίσταται μέρος τῆς συμβουλίας, ᾧ τὰ ἀποβησόμενα κελεύει φυλάττεσθαι· καθὸ κἀκεῖνο εἴρηται· οἱ δὲ ἁμαρτίαις περιπεσόντες βληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων καὶ τὰ παραπλήσια· ὡς ἐκ τούτων εἶναι συμφανὲς διὰ πάσης θεραπείας χωροῦντα τὸν

[91.2] κύριον εἰς σωτηρίαν ἐκκαλεῖσθαι τὴν ἀνθρωπότητα. Τῇ δὲ παραμυθίᾳ παρηγορεῖ τὰ ἁμαρτήματα, μειῶν μὲν τὴν ἐπιθυμίαν, ἅμα δὲ καὶ ἐλπίδα ἐνδιδοὺς εἰς σωτηρίαν. Φησὶ γὰρ δι’ Ἰεζεκιήλ· ἐὰν ἐπιστραφῆτε ἐξ ὅλης τῆς καρδίας καὶ εἴπητε πάτερ, ἀκούσομαι ὑμῶν ὥσπερ λαοῦ ἁγίου. Καὶ πάλιν λέγει· δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς καὶ τὰ ἐπὶ τούτοις, ἃ αὐτοπροσωπεῖ ὁ

[91.3] κύριος. Σαφέστατα δὲ ἐπὶ τὴν ἀγαθωσύνην καλεῖ διὰ Σολομῶντος λέγων· μακάριος ἄνθρωπος, ὃς εὗρεν σοφίαν, καὶ θνητός, ὃς εὗρεν φρόνησιν. Τὸ γὰρ ἀγαθὸν τῷ ζητοῦντι εὑρίσκεται καὶ ὁρᾶσθαι τῷ εὑρόντι φιλεῖ. Ναὶ



Download



Copyright Disclaimer:
This site does not store any files on its server. We only index and link to content provided by other sites. Please contact the content providers to delete copyright contents if any and email us, we'll remove relevant links or contents immediately.