Complete Works of Plutarch (Illustrated) (Delphi Ancient Classics) by Plutarch

Complete Works of Plutarch (Illustrated) (Delphi Ancient Classics) by Plutarch

Author:Plutarch [Plutarch]
Language: eng
Format: epub, mobi
Publisher: Delphi Classics
Published: 2013-03-28T21:00:00+00:00


Marius

[1] [1] Γαΐου Μαρίου τρίτον οὐκ ἔχομεν εἰπεῖν ὄνομα, καθάπερ οὐδὲ Κοΐντου Σερτωρίου τοῦ κατασχόντος Ἰβηρίαν οὐδὲ Λευκίου Μομμίου τοῦ Κόρινθον ἑλόντος· ὁ γὰρ Ἀχαϊκὸς τούτῳ γε τῆς πράξεως ἐπώνυμον γέγονεν, ὡς ὁ Ἀφρικανὸς Σκιπίωνι καὶ ὁ Μακεδονικὸς Μετέλλῳ. ἐξ οὗ [2] καὶ μάλιστα Ποσειδώνιος (FGrH 87 F 60) ἐλέγχειν οἴεται τοὺς τὸ τρίτον ὄνομα Ῥωμαίοις κύριον εἶναι νομίζοντας, οἷον τὸν Κάμιλλον καὶ τὸν Μάρκελλον καὶ τὸν Κάτωνα· γίνεσθαι γὰρ ‹ἂν› ἀνωνύμους τοὺς ἀπὸ μόνων [3] τῶν δυεῖν προσαγορευομένους. λανθάνει δ’ ἑαυτὸν ὅτι τούτῳ τῷ λόγῳ πάλιν αὐτὸς ἀνωνύμους ποιεῖ[ται] τὰς γυναῖκας· οὐδεμιᾷ γὰρ γυναικὶ τίθεται τῶν ὀνομάτων τὸ πρῶτον, ὅπερ οἴεται κύριον ὄνομα Ῥωμαίοις ὑπάρχειν [4] ὁ Ποσειδώνιος· τῶν δ’ ἄλλων τὸ μὲν κοινὸν ἀπὸ συγγενείας, τοὺς Πομπηίους καὶ τοὺς Μαλλίους καὶ τοὺς Κορνηλίους, ὥσπερ ἂν Ἡρακλείδας τις εἴποι καὶ Πελοπίδας, [5] [τοῦ] τὸ δὲ προσηγορικὸν ἐξ ἐπιθέτου πρὸς τὰς φύσεις ἢ τὰς πράξεις ἢ τὰ τοῦ σώματος εἴδη καὶ πάθη τίθεσθαι, τὸν Μακρῖνον καὶ τὸν Τορκουᾶτον καὶ τὸν Σύλλαν, οἷόν ἐστιν ὁ Μνήμων ἢ ὁ Γρυπὸς ἢ ὁ Καλλίνικος. εἰς μὲν οὖν ταῦτα πολλὰς δίδωσιν ἐπιχειρήσεις ἡ τῆς συνηθείας ἀνωμαλία.

[2] [1] Τῆς δ’ ὄψεως τῆς Μαρίου λιθίνην εἰκόνα κειμένην ἐν Ῥαβέννῃ τῆς Γαλατίας ἐθεώμεθα, πάνυ τῇ λεγομένῃ περὶ τὸ ἦθος στρυφνότητι καὶ πικρίᾳ πρέπουσαν. ἀνδρώδης γὰρ φύσει καὶ πολεμικὸς γενόμενος, καὶ στρατιωτικῆς μᾶλλον ἢ πολιτικῆς παιδείας μεταλαβών, ἄκρατον [2] ἐν ταῖς ἐξουσίαις τὸν θυμὸν ἔσχε. λέγεται δὲ μήτε γράμματα μαθεῖν Ἑλληνικὰ μήτε γλώττῃ πρὸς μηδὲν Ἑλληνίδι χρῆσθαι τῶν σπουδῆς ἐχομένων, ὡς γελοῖον γράμματα μανθάνειν ὧν οἱ διδάσκαλοι δουλεύοιεν ἑτέροις· μετὰ δὲ τὸν δεύτερον θρίαμβον ἐπὶ ναοῦ τινος καθιερώσει θέας Ἑλληνικὰς παρέχων, εἰς τὸ θέατρον ἐλθὼν καὶ [3] μόνον καθίσας εὐθὺς ἀπαλλαγῆναι. ὥσπερ οὖν Ξενοκράτει τῷ φιλοσόφῳ σκυθρωποτέρῳ δοκοῦντι τὸ ἦθος εἶναι πολλάκις εἰώθει λέγειν ὁ Πλάτων· ὦ μακάριε Ξενόκρατες, [4] θῦε ταῖς Χάρισιν, οὕτως εἴ τις ἔπεισε Μάριον θύειν ταῖς Ἑλληνικαῖς Μούσαις καὶ Χάρισιν, οὐκ ἂν ἐκπρεπεστάταις στρατηγίαις καὶ πολιτείαις ἀμορφοτάτην ἐπέθηκε , ὑπὸ θυμοῦ καὶ φιλαρχίας ἀώρου καὶ πλεονεξιῶν ἀπαρηγορήτων εἰς ὠμότατον καὶ ἀγριώτατον γῆρας ἐξοκείλας. ταῦτα μὲν οὖν ἐπὶ τῶν πράξεων αὐτῶν εὐθὺς θεωρείσθω.

[3] [1] Γενόμενος δὲ γονέων παντάπασιν ἀδόξων, αὐτουργῶν δὲ καὶ πενήτων, πατρὸς μὲν ὁμωνύμου, μητρὸς δὲ Φουλκινίας, ὀψέ ποτε πόλιν εἶδε καὶ τῶν ἐν πόλει διατριβῶν ἐγεύσατο, τὸν δ’ ἄλλον χρόνον ἐν κώμῃ Κερεατίνων τῆς Ἀρπίνης δίαιταν εἶχε, πρὸς μὲν ἀστεῖον καὶ γλαφυρὸν βίον ἀγροικοτέραν, σώφρονα δὲ καὶ ταῖς [2] πάλαι Ῥωμαίων τροφαῖς ἐοικυῖαν. πρώτην δὲ στρατείαν στρατευσάμενος ἐπὶ Κελτίβηρας, ὅτε Σκιπίων Ἀφρικανὸς Νομαντίαν ἐπολιόρκει, τὸν στρατηγὸν οὐκ ἐλάνθανεν ἀνδρείᾳ τῶν ἄλλων νέων διαφέρων, καὶ τὴν μεταβολὴν τῆς διαίτης, ἣν ὑπὸ τρυφῆς καὶ πολυτελείας διεφθαρμένοις ἐπῆγε τοῖς στρατεύμασιν ὁ Σκιπίων, εὐκολώτατα [3] προσδεχόμενος. λέγεται δὲ καὶ πολέμιον ἄνδρα συστὰς [4] καταβαλεῖν ἐν ὄψει τοῦ στρατηγοῦ. διὸ ταῖς τ’ ἄλλαις προήγετο τιμαῖς ὑπ’ αὐτοῦ, καί ποτε λόγου μετὰ δεῖπνον ἐμπεσόντος ὑπὲρ στρατηγῶν, καὶ τῶν παρόντων ἑνὸς εἴτ’ ἀληθῶς διαπορήσαντος εἴτε πρὸς ἡδονὴν ἐρομένου τὸν Σκιπίωνα, τίνα δὴ τοιοῦτον ἕξει μετ’ ἐκεῖνον ἡγεμόνα καὶ προστάτην ὁ Ῥωμαίων δῆμος, ὑπερκατακειμένου τοῦ Μαρίου τῇ χειρὶ τὸν ὦμον ἠρέμα πατάξας ὁ Σκιπίων [5] τάχα δὲ τοῦτον εἶπεν. οὕτως



Download



Copyright Disclaimer:
This site does not store any files on its server. We only index and link to content provided by other sites. Please contact the content providers to delete copyright contents if any and email us, we'll remove relevant links or contents immediately.